Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.176 Joseph. AJ 10.181 (English) >>Joseph. AJ 10.185

10.179παρακούσας οὖν τε λαὸς καὶ Ἰωάννης τῆς τοῦ θεοῦ συμβουλίας, ἣν αὐτοῖς διὰ τοῦ προφήτου παρῄνεσεν, ἀπῆρεν εἰς τὴν Αἴγυπτον ἄγων καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαροῦχον. 10.180

Γενομένων δὲ αὐτῶν ἐκεῖ σημαίνει τὸ θεῖον τῷ προφήτῃ μέλλοντα στρατεύειν ἐπὶ τοὺς Αἰγυπτίους τὸν βασιλέα τῶν Βαβυλωνίων, καὶ προειπεῖν ἐκέλευε τῷ λαῷ τήν τε ἅλωσιν τῆς Αἰγύπτου, καὶ ὅτι τοὺς μὲν αὐτῶν ἀποκτενεῖ, τοὺς δὲ αἰχμαλώτους λαβὼν εἰς Βαβυλῶνα ἄξει. 10.181καὶ ταῦτα συνέβη· τῷ γὰρ πέμπτῳ τῆς Ἱεροσολύμων πορθήσεως ἔτει, ἐστι τρίτον καὶ εἰκοστὸν τῆς Ναβουχοδονοσόρου βασιλείας, στρατεύει Ναβουχοδονόσορος ἐπὶ τὴν κοίλην Συρίαν, καὶ κατασχὼν αὐτὴν ἐπολέμησε καὶ Μωαβίταις καὶ Ἀμμανίταις. 10.182ποιησάμενος δὲ ὑπήκοα ταῦτα τὰ ἔθνη ἐνέβαλεν εἰς τὴν Αἴγυπτον καταστρεψόμενος αὐτήν, καὶ τὸν μὲν τότε βασιλέα κτείνει, καταστήσας δὲ ἕτερον τοὺς ἐν αὐτῇ πάλιν Ἰουδαίους αἰχμαλωτίσας ἤγαγεν εἰς Βαβυλῶνα. 10.183καὶ τὸ μὲν Ἑβραίων γένος ἐν τοιούτῳ τέλει γενόμενον παρειλήφαμεν δὶς ἐλθὸν πέραν Εὐφράτου· ὑπὸ Ἀσσυρίων μὲν γὰρ ἐξέπεσεν τῶν δέκα φυλῶν λαὸς ἀπὸ Σαμαρείας βασιλεύοντος αὐτῶν Ὠσήου, ἔπειτα τῶν δύο φυλῶν ὑπὸ Ναβουχοδονοσόρου τοῦ τῶν Βαβυλωνίων βασιλέως καὶ τῶν Χαλδαίων ὃς ὑπελείφθη τῶν Ἱεροσολύμων ἁλόντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.176 Joseph. AJ 10.181 (English) >>Joseph. AJ 10.185

Powered by PhiloLogic